Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο,
Τὰς Εὔμηλος ἔλαυνε, ποδώκεας ὄρνιθας ὥς,
Ὄτριχας, οἰέτεας σταφύλῃ ἐπὶ νῶτον ἐΐσας,
Τὰς ἐν Πιερίῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων,
Ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
Ἀνδρῶν δ’ αὖ μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας.
Ὄφρ’ Ἀχιλεὺς μήνιεν, ὁ γὰρ πολὺ φέρτατος ἦεν.

ἑτέρωθι δὲ πάλιν εἰπών·

Ἔνθα δ’ ἅμ’ οἰμωγὴ τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν

ἐπήνεγκε πρὸς τὸ δεύτερον ἀπαντήσας πρότερον,

Ὀλλύντων τε καὶ ὀλλυμένων.

ἐν δὲ τῷ η΄ τῆς Ἰλιάδος, ὥσπερ ἐξεπίτηδες ἐνδείξασθαι βουλόμενος ὡς οὐ χρὴ πεφροντικέναι τῆς τοιαύτης τάξεως, πάντα καταλέξας ἐφεξῆς πράγματα. πρὸς μὲν γὰρ τὸ δεύτερον ἀπήντησε πρῶτον, εἶθ’ ἑξῆς πρὸς τὸ πέμπτον, εἶτα