Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἦν. φέρονται γὰρ ταχέως εἰς τὸ μέγεθος τῆς ὀδύνης οἱ χειρουργούμενοι· τινὰ δ’ ἐν χρόνῳ πλείονι, καθάπερ τὰ ὑποχύματα. δεῖ γὰρ μετὰ τὸ καταχθῆναι κρατῆσαι τὸ παρακέντριον ὡς προσήκει μέχρι πολλοῦ, κατὰ τὸ χωρίον ᾧ βουλόμεθα μένει στηριχθέντα βεβαίως αὐτό. κἂν τοίνυν ὁ τρόπος ἐπὶ τῆς τοῦ πάθους γενέσεως εἰρῆσθαι δύναται, κατὰ τίνα τρόπον ἤτοι τὸ κάταγμα γέγονεν, ἢ τὸ ἐξάρθρημα, γιγνώσκειν ἀξιοῦντος αὐτοῦ τὸν ἰατρὸν, ὥσπερ κἀν τῷ περὶ ἐν τῇ κεφαλῇ τραυμάτων αὐτὸς διῆλθε τοὺς τρόπους, καθ’ οὓς αἱ πληγαὶ γίγνονται κατὰ τήνδε τὴν ῥῆσιν· τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ κατὰ τόσους τρόπους. καὶ ἐφεξῆς πάλιν· τῶν δὲ τρόπων ἑκάστου πλείονες ἰδέαι γίνονται τοῦ κατάγματος ἐν τῇ τρώσει. καὶ μετὰ ταῦτα πάλιν, θλασθείη δ’ αὐτὸ ὀστέον μόνον ἐν τῇ αὐτοῦ φύσει καὶ ῥωγμὴ τῇ θλάσει οὐκ ἂν προσγένοιτο ἐν τῷ ὀστέῳ οὐδεμία. δεύτερος οὗτος τρόπος· εἶτ’ ἐφεξῆς ἄλλον εἰπὼν ἐπιφέρει· τρίτος οὗτος τρόπος· καὶ πάλιν· τέταρτος οὗτος τρόπος· ἐφεξῆς· πέμπτος οὗτος τρόπος