Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

εἶναί τινα καὶ ἄλλην κριτικὴν δύναμιν καὶ ἐπιδεικνύειν ἡμῖν αὐτήν. τὰ μὲν ἄχρι δεῦρο κατὰ τὸ βιβλίον Ἱπποκράτους γεγραμμένα κοινὰ τῆς ὕλης ἰατρικῆς ἐστι καὶ διὰ τοῦτό γε ἔφην αὐτὰ προοίμιον μέν τι πάσης τέχνης εἶναι. τούτων δ’ ἐφεξῆς ἐπὶ χειρουργίαν ἀποκεχώρηκε καὶ ταύτης ἃ κατὰ τὸ ἰητρεῖον ἢ μανθάνειν ἢ πράττειν ἐξ ἀρχῆς οἱ κατὰ τὴν τέχνην ἀσκούμενοι δύνανται. καὶ μὴ νομίσῃ μέ τις παρὰ τὸ ἐμὸν ἦθος μεμηκυγκέναι τὴν ἐξήγησιν. ὅσοι γὰρ κοινοὶ λόγοι τῆς ὅλης τέχνης εἰσὶ, τούτοις προσήκει μακρότερον ἢ κατὰ τοὺς ἐν μέρει λέγεσθαι, καὶ μάλισθ’ ὅταν αὐτοὺς ἔν τινι πραγματείᾳ διέλῃ, μηκέτι μέλλων αὖθις ἐρεῖν αὐτοὺς, καθάπερ κἀγὼ προῄρημαι κατὰ τὴν τῶν Ἱπποκράτους βιβλίων ἐξήγησιν ἅπαντα μὲν διακρίνειν αἰσθήσει τε καὶ γνώμῃ, τῶν δ’ εἰρημένων ἄρτι λόγων μηκέτι μνημονεύειν. οὐ μὴν οὐδὲ νῦν ἀξίως αὐτοῦ τοῦ πράγματος ἐμήκυνα τὸν λόγον· ἐνὸν γάρ μοι διελθεῖν τε ἅμα καὶ κρῖναι τὴν γεγενημένην διαφωνίαν περὶ τοῦ τῶν