Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

πρὸς τὸ τέταρτον, εἶτα πρὸς τὸ τρίτον. ἔστι δὲ τὰ ἔπη, ὧν ἀρχὴ οἵδε οἱ στίχοι·

Ἔνθα δὲ Βοιωτοί τε καὶ Ἴονες ἑλκεχίτωνες,
Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί.

Περὶ μὲν δὴ τῆς ἐν τῷ λόγῳ τάξεως ἀρκεῖ ταῦτα ἅπαξ εἰρῆσθαι νῦν, ὡς μηκέτ’ ἐν ἄλλῳ περὶ αὐτῶν ἀκοῦσαι ποθεῖν. τὰ δὲ περὶ τοῦ δρῶντος, ὅπερ ἐστὶ χειρουργοῦντος ἰατροῦ, δῆλα πᾶσίν ἐστι τοῖς βουλομένοις προσέχειν αὐτῷ. φησὶ γὰρ ἤτοι καθήμενον ἢ ἑστῶτα τὴν χειρουργίαν ποιεῖσθαι τὸν ἐνεργοῦντα συμμέτρως ἔχοντα, πρός τε τὸν χειριζόμενον δ’ ἥκει καὶ τὴν αὐγήν· ὃν ἔχομεν σκοπὸν φυλάττειν πρὸς ἕκαστον ὧν εἶπε συμμετρίαν ἐφεξῆς διδάσκει ἀπαντήσας πρῶτον, ὅπερ ἐστὶν ἡ αὐγή.

Αὐγῆς μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν.