Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

τὸ ἁπλοῦν τοῦ συνθέτου καὶ πολλάκις τε τῶν ἁπλῶν οὐδενὸς ὄντος ἀσαφοῦς ἡ σύνθεσις αὐτῶν τὴν ἀσάφειαν ἐργάζεται, τοῦτο δὲ ἀμέλει καὶ κατὰ τὴν προκειμένην γέγονε ῥῆσιν. ἔνιοι μὲν γὰρ ὑπόῤῥυσιν ἤκουσαν ἐπὶ τῶν ὑγρῶν, καὶ τούτων αὐτῶν διττῶς οἱ μὲν ἐκ τοῦ σώματος κινουμένων, οἱ δὲ ἐπὶ τῶν ἐπιβρεχομένων ἔξωθεν· ἀλλὰ καὶ αὐτῶν τῶν κατὰ τὴν χειρουργίαν ἐκρεόντων ἔφασαν αὐτὸν μνημονεύειν, ἔνιοι δὲ τοῦ μετὰ τὴν χειρουργίαν. ἡ αὐτὴ δὲ καὶ περὶ τοῦ τῆς ὑποστάσεως ὀνόματος γέγονε διαφωνία, τῷ ἐκρεῖν τὰ ὑγρὰ, τὸ ὑφίστασθαι κατὰ τοὐναντίον λεγόμενον εἰκότως ἐν μέρει διαφωνίαν ἔσχεν. ἕτερος δέ τις χορὸς ἐξηγητῶν οὐκ ἐπὶ τῶν ὑγρῶν, ἀλλ’ ἐπὶ τῶν στερεῶν τοῦ ζώου μορίων ἤκουσε τοῦ τε τῆς ὑποστάσεως καὶ τῆς ὑποῤῥύσεως ὀνόματος, ὑπόστασιν μὲν τὸν μετεωρισμένον ἤτοι τῶν τεμνομένων μελῶν ἢ καὶ παντὸς τοῦ σώματος εἰρῆσθαι νομίζοντες, ὑπόῤῥυσιν δὲ τὴν εἰς τὰ κάτω ῥοπὴν, ὡς εἰ καὶ κατάῤῥυσιν εἰρήκει. τὸ οὖν καταῤῥεῖ ἐπὶ τοῦδε τοῦ σημαινομένου