Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

συμβολὴν αὐτῶν γίγνεται. οὕτω καὶ τῆς ῥινὸς τὸ σιμὸν, ἐν ᾧ καὶ μέσον τῶν ἑκατέρωθεν ὑψουμένων τὴν γένεσιν ἔχει, καὶ ἤδη σύμπασα ἡ ῥὶς ἀπὸ τούτου τοῦ μέρους ὀνομάζεται σιμή. πολλὰς γὰρ ἴσμεν ὅλοις τοῖς σώμασι προσηγορίας ἀπὸ τῶν μορίων τινὶ συμβεβηκότων γιγνομένας, ὥσπερ καὶ αὐτὸν τὸν σιμὸν ἄνθρωπον. οὐ γὰρ οὕτω σιμὸς, ὡς παχὺς ἢ ἰσχνὸς ἢ λευκὸς ἢ μέλας, ἀλλ’ ὡς ἢ γλαυκὸς ἢ χαροπὸς ἢ κυρτὸς λέγεται. ἐπὶ μὲν οὖν τῆς ῥινὸς καὶ τῶν ὀδόντων ἡ σιμότης κυρίως ὀνομάζεται· ἐπὶ δὲ τῆς ἐπιδέσεως ὑφ’ Ἱπποκράτους, ὥσπερ καὶ ἡ ἄμβη καὶ τὸ σκέπαρνον εἶδος τῆς περιβολῆς τῶν ὀθονίων. ὅταν γὰρ κελεύῃ τοὺς σπλῆνας σκεπαρνηδὸν περιβαλεῖν τῷ κώλῳ, διορίζει τῆς ἐγκύκλου περιβολῆς τὸ ἐγκεκλιμένον οὕτως, ὡς τὸ τεκτονικὸν σκέπαρνον. οὐ γὰρ βούλεται λοξὴν ἱκανῶς γίγνεσθαι τὴν περιβολὴν τῶν σπληνῶν ἀφεστηκυῖαν πολὺ τῆς ἐγκύκλου καλουμένης, ἀλλ’ ἐγκεκλίσθαι μικρὸν, ὅσον ἱκανὸν ἀσφαλεστάτην ἐργάσασθαι τὴν κράτησιν τῶν συντετριμμένων.