Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΤ’ ΙΗΤΡΕΙΟΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Β.

Ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον καὶ ἐργαζόμενον. ἐργαζόμενον μὲν ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως, ταχέως μὲν ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν. εὐπορίη δὲ ἐς πᾶν ἑτοίμη, εὐρυθμίη δὲ ὁρῆσθαι ἡδέως. ἀφ’ ὧν δὲ ταῦτα ἀσκημάτων εἴρηται.