Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Τὰ μέντοι κοινὰ ταῖς ἐπιδέσεσιν ἀμφοτέραις ἐστὶ, τὰ δὲ καθ’ ἑτέραν αὐτῶν ἴδια, τὰ μὲν εὐπόρως καὶ ταχέως τῆς γενομένης ἐπιδέσεως ἴδια, τὰ δὲ ἀγαθῶς καὶ καλῶς τῆς ἤδη γεγονυίας. ὀνομάζει δ’ αὐτὸς τὸ μὲν τῆς γινομένης ἐπιδέσεως ἐργαζόμενον εἶδος, τὸ δὲ τῆς ἤδη γεγονυίας εἰργασμένον, τὸ δὲ ἀπόνως καὶ εὐρύθμως ἄμφω ἐστὶ κοινά· τὸ μὲν ἀπόνως κατ’ ἄμφω, τῷ τε ὀνόματι καὶ τῷ σημαινομένῳ, τὸ δὲ εὐρύθμως τῷ μὲν ὀνόματι κατ’ ἄμφω, τῷ σημαινομένῳ δὲ οὐχ ὡσαύτως. ἐπὶ μὲν γὰρ τῆς ἔτι γιγνομένης ἐπιδέσεως ἡ εὐρυθμία κατὰ τὴν τῶν χειρῶν γίγνεται κίνησιν, ἐπὶ δὲ τῆς γεγονυίας ἤδη κατὰ τὴν οὖσαν περιβολὴν τῶν ὀθονίων. ἐγχωρεῖ δὲ τὴν γιγνομένην ἔτι περιβολὴν τῶν ἐπιδέσμων εὔρυθμον γίγνεσθαι φάναι κατὰ τὸ ἐργαζόμενον εἶδος τῆς ἐπιδέσεως. μή τι δὲ καὶ τὸ ἀπόνως ἐπὶ πλέον ἐστὶν ἐν τῇ γιγνομένῃ τῆς ἤδη γεγονυίας. ἡ μὲν γὰρ ἤδη γεγενημένη κατὰ τὴν τῶν ἐπιδέσμων μόνην θλίψιν ὀδύνην φέρει· ἡ δὲ γιγνομένη καὶ κατὰ τοῦτο μὲν, ἀλλὰ κατὰ καὶ τὸ κρατεῖσθαι τὸ κῶλον οὐ