Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Τὴν μέντοι καταγματικὴν ἐπίδεσιν, ὅταν ἐπὶ πήχεος ἢ βραχίονος ἢ μηροῦ γίγνηται τὸν εὐκρινέστερον τόπον ἴσχειν συμβαίνει. νέμεσθαι γὰρ ἐπ’ αὐτῆς κελεύει τὸν μὲν πρῶτον ἐπίδεσμον ἄνω, τὸν δὲ δεύτερον· πρότερον μὲν κάτω, μετὰ ταῦτα δὲ αὖθις ἄνω μέχρις ἐς ταὐτὸν ἀφίκηται πέρας τῷ δευτέρῳ. τοῦτο δὲ οὐ δύναται γενέσθαι χωρὶς τοῦ παραλλάττειν ἄλληλα τὰ πέρατα τοῦ πλάτους τῶν ὀθονίων. ἐν τούτῳ δὴ πάλιν αὐτὸ γενήσεται, φυλαττομένης διὰ πάσης τῆς ἐπιδέσεως ἴσης τῆς ἐγκλίσεως, ἣν ἀπὸ τῆς εὐκύκλου περιβολῆς ἐποιησάμεθα. καλεῖται δὲ εὔκυκλος ἡ πάντα κύκλον ἀπαρεγκλίτως περιλαμβάνουσα τὸ πεπονθὸς μέρος. ἐπὶ ταύτης μὲν οὖν τὰ τῆς δευτέρας καὶ τρίτης τῶν ὀθονίων τοῦ πλάτους πέρατα, κατ’ ἀλλήλων ἐπικεῖσθαι μήτε ὑπερέχοντός τινος μήτ’ ἐνδέοντος.

Τῆς δὲ ἐγκεκλιμένης ἀναγκαῖον μὲν δήπου τὴν νομὴν ἢ πρὸς τὰ κάτω μέρη τοῦ πεπονθότος μέρους ἢ ἄνω γίγνεσθαι· φυλάττοις δὲ κἀν τούτῳ τῆς ἐγκλίσεως ὁμοίας διὰ