Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Διελθὼν γὰρ ὁ Ἱπποκράτης τὰς ἁπλᾶς περιβολὰς τῶν ἐπιδέσμων, τρεῖς οὔσας, ἔγκυκλον, σκέπαρνον, σιμὸν, ἐφεξῆς μέμνηταί τινων συνθέτων, ὀφθαλμοῦ, ῥόμβου καὶ ἡμιτόμου. καλοῦσι δὲ τὸ ἡμίτομον τοῦτο καὶ ἡμιρόμβιον. εἶτ’ ἐφεξῆς πάλιν φησὶν, ἁρμόττον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεσμένου τὸ εἶδος τοῦ ἐπιδέσμου κελεύων ἁρμόττον εἶναι τῷ τε τοῦ πεπονθότος μέρους εἴδει καὶ τῷ κατ’ αὐτὸ πάθει. τὸ μὲν γὰρ τῆς ἐπιδέσεως εἶδος, ὃ καλοῦμεν ὀφθαλμὸν, ἐπ’ ὀφθαλμοῦ παραλαμβάνομεν, ἤτοι πρόπτωσιν κινδυνεύοντος ἢ κρατήματος, ἕνεκα τῶν ἐπικειμένων αὐτῷ· τὸν δὲ ῥόμβον ἐπὶ κεφαλῆς ἤτοι ῥαφὰς κεχαλασμένας βουλόμενοι συναγαγεῖν ἢ ἕλκους ἐκπεπταμένα χείλη, καί ποτε καὶ προστεῖλαι καὶ κολλῆσαι τὸ δέρμα μέχρι πλείονος ἀποσεσυρμένον. ἀνάλογον δὲ τοῖσδε καὶ ἡ τοῦ ἡμιρομβίου γίγνεται χρεία.

Ταῦτα μὲν οὖν ὡς παραδείγματα γέγραφεν Ἱπποκράτης. ἀναλόγως δὲ αὐτοῖς ἡμᾶς ἐξευρίσκειν δεῖ καθ’ ἕκαστον μέρος καὶ πάθος ἐπίδεσιν ἁρμόττουσαν ἢ παρὰ τῶν