Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΤ’ ΙΗΤΡΕΙΟΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Γ.

Διεστραμμένα δὲ διορθῶσαι· τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ, δεῖ τὰ μὲν ἐπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει, παρακολλήσει, ἀναλήψει, τὰ δὲ ἐναντία ἐναντίως.

Αἱ διαστροφαὶ γίνονται ποτὲ μὲν ἀποχωροῦντός τινος ἐκ τῆς ἰδίας ἕδρας ἐπὶ τὰ ἐκτὸς τοῦ σώματος, ποτὲ