Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

καὶ ἀνομοίως περιλελειμμένον ὑπ’ αὐτοῦ διὰ τὸ φαίνεσθαι σαφῶς ἐξ ἀκολουθίας τῆς πρὸς τὰ εἰρημένα. τὸ δὲ τῆς ἑρμηνείας εἶδος οὐ βραχυλογίας ἴδιόν ἐστιν, ἀλλ’ ἡμαρτημένον πρόδηλον. ἄμεινον, εἴπερ οὕτως εὑρεθῇ γεγραμμένον, ἡγεῖσθαι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν πρώτων ἀντιγράφων ἡμαρτήθη, καὶ τοῦτο συμβῆναι, τοῦ μὲν βιβλιογράφου παραλιπόντος αὐτὰ, φυλαχθείσης δὲ ἄχρι δεῦρο τῆς ἁμαρτίας. περὶ μὲν οὖν βραχίονος ἴσως καὶ ὁμοίως ἐγχωρεῖ ποιεῖσθαι τὰς περιβολὰς, ἐπὶ δὲ μηροῦ καὶ πήχεος ἀπολειπομένας, βραχὺ δὲ πλεῖον ἐπὶ κνήμης. ἐπ’ ὤμου μέντοι καὶ ἰσχίου ἀντικειμένων μερῶν δεόμεθα, καθάπερ κἀπὶ τῶν πλαγίων τῆς κεφαλῆς. τὰ μὲν γὰρ κατὰ μέτωπον καὶ ἡ ῥὶς ἐγκύκλου δεῖται τῆς περιβολῆς, ἴσως καὶ ὁμοίως γιγνομένης, καθάπερ καὶ τὰ κατὰ τὴν κορυφὴν, εἰ καὶ μὴ ἐγκύκλως, ἀλλ’ ἴσως τε καὶ ὁμοίως, κἀνταῦθα τῆς ἐπιδέσεως γιγνομένης χρῄζει. περὶ μὲν οὖν τούτων ἐν τοῖς ἐφεξῆς ἐπιμελέστερον εἰρήσεται. νυνὶ δὲ ἐπὶ τὸ λοιπὸν τῆς ῥήσεως ἴωμεν.