Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

γιγνωσκόμενα πᾶσίν ἐστι γνῶναι. διὰ τί τοίνυν αὐτὸν οὕτως εἰπεῖν νομίζω καὶ δὴ φράσω, προειπών τι πρότερον ἀναγκαῖον εἰς τὰ μέλλοντα λεχθήσεσθαι, πολλοῖς ἤδη καὶ τῶν παλαιῶν εἰρημένον, οἷς ἀρέσκει μηδεμίαν εἶναι δόξαν, ἣν οἱ τὰς αἱρέσεις συνιστάμενοι φιλόσοφοι δοκοῦσιν εὑρηκέναι, πάντα δὲ τὰ εἰρημένα τῷ πρόσθεν χρόνῳ πολλάκις ἅμα τῇ τῶν ἄλλων γνώμῃ διέφθαρται. μὴ μέντοι δοκεῖ τὴν Πυῤῥωνείαν αἵρεσιν ἢ Ἀκαδημικὴν ἢ Στωϊκὴν ἢ Περιπατητικὴν ἤ τινα ἄλλην ὕστερον Ἱπποκράτους γεγονυῖαν, τῇ τῶν πραγμάτων αὐτῶν ἐξαπτόμενος δόξῃ. αὐτοὶ οὖν οἱ τοῦ Πύῤῥωνος εἰς παλαιοτάτους ἄνδρας ἀνάγουσι τὴν ἑαυτῶν προαίρεσιν. εἰκὸς οὖν καθ’ Ἱπποκράτην, μᾶλλον δὲ οὐκ εἰκὸς, ἀλλ’ ἀναγκαῖον ἀμφισβητεῖν ἀλλήλοις τοὺς τότε περὶ τῶν φυσικῶν κριτηρίων, τοὺς μὲν μηδὲν εἶναι λέγοντας τοιοῦτον, καθάπερ ὕστερον οἱ Πυῤῥώνειοι, τοὺς δὲ τὴν αἴσθησιν μόνην. ἐνίους δὲ ταύτην μὲν ἀτιμᾶσθαι νομίζειν καὶ ἀληθὲς εἶναι τὸ περιφερόμενον δὴ τοῦτο, νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τὰ δ’ ἄλλα κωφὰ καὶ τυφλά.