In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Οἷς μορίοις οὐκ ἔστιν οὔτε παρακείμενόν τι τοιοῦτον μόριον, οἷον ἐπὶ κνήμης εἶπεν, οὔτε ἀντικείμενον τοιοῦτον ἕτερον μόριον, ὡς ἐπ’ ὤμου καὶ βουβῶνος, ἐπὶ τούτων ὁποίαν χρὴ ποιεῖσθαι τὴν ἐπίδεσιν διδάσκει, μνημονεύων ὀνομαστὶ τῆς κεφαλῆς καὶ κελεύων ἐπ’ αὐτῶν ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψεις ποιεῖσθαι τῆς ὅλης ἐπιδέσεως, ὅ ἐστι τὴν τελευτὴν αὐτῆς ἀπαρέγκλιτον φυλάττειν, εὐθύτατα περατουμένην, ἤτοι γε ἐπὶ τὸ μέτωπον ἢ τὸ μέσον ὅλον τῆς κεφαλῆς, ἔνθα τὸ καλούμενον βρέγμα· τῆς μὲν γὰρ ἐπ’ ἀνθερεῶνα καταγομένης ἐπιδέσεως ἡ τελευτὴ προσηκόντως ἂν ἐπὶ τὸ μέσον ἀνάγοιτο τῆς κεφαλῆς, ἀπαρεγκλίτως ἀνατεινομένη. τῆς δὲ κυκλοτερῶς περιβαλλομένης ἐπὶ τὸ μέτωπον ὁμοίως καὶ αὕτη μηδὲν ἐγκεκλιμένη. περιαγομένης γὰρ οὕτως ἑλχθήσεται καὶ τοῖς ὀπίσω μέρεσιν ἐπὶ τὸ καλούμενον ἰνίον, ὃ μεταξὺ τοῦ τε τραχήλου καὶ τῆς ὀπίσω κυρτότητος τῆς ἐπὶ τοῦ κρανίου. διὰ τοῦτό τε εἶπε τὴν ἐσχάτην περιβολὴν τῶν ἐπιδέσεων ἥκιστα λοξὴν εἶναι προσήκειν, ὅτι τὰς πρὸ αὐτῆς ἤδη πολλάκις ἐξ ἀνάγκης γιγνομένας λοξὰς,