Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

εὐαναλήπτως ἔχει, ῥάμμασι τὰς ἀναλήψιας ποιέεσθαι ἐκ καταβολῆς ἢ ξυῤῥαφῆς.

Ὃ μὲν λέγει τοιόνδε ἐστίν. ἐν οἷς μέρεσιν ἢ πάθεσιν δύσκολόν ἐστιν αὐτοῖς τοῖς ὀθονίοις, τήν τε κατάληψιν τοῦ πέρατος τῆς ἐπιδέσεως καὶ τὴν ἀνάληψιν ποιήσασθαι, ἐν τούτοις χρὴ ῥάμμασιν ἤτοι περιβαλλομένοις τῇ κατὰ κύκλον ἢ συῤῥάπτουσι τὸ τῆς ἐπιδέσεως πέρας τὰς καταλήψιας ποιεῖσθαι. τὸ δὲ ἄτοπον εἴη, μέρος τοῦ σώματος ὀθονίοις μὲν δυσχερῆ τὴν κατάληψιν καὶ ἀνάληψιν ἔχειν, ἑτοιμοτέραν δὲ τὴν διὰ τῶν ῥαμμάτων, οὔτε ἐγὼ λέγειν ἔχω τοῖς ἐξηγηταῖς, εἰ μέντοι τινὰ μὴ φέροντα τὴν τοιαύτην ἐπίδεσιν. οἶδα δέ τινα ἐφ’ ὧν, εἰ καὶ βραχὺ κινηθῇ τὸ πεπονθὸς μόριον, ὀδύνη μεγίστη γίνεται, καθάπερ εἰ πρὸ πολλοῦ τις ἐκ καταπτώσεως οὕτως ἔπαθε τὰ κατὰ τὴν ῥάχιν, ὡς μηδὲ βραχὺ τὸν αὐτὸν ἐκείνης δύνασθαι φέρειν τὸ μέγεθος τῆς ὀδύνης. ἠναγκάσθησαν μὲν οὖν αὐτὸν τὸν μὲν χιτωνίσκον ἀφελεῖν οὐκ ἀποδύσαντες, ἀλλὰ διαῤῥήξαντες "