Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἰάσεως τῶν μὲν ἀφεστώτων προστεῖλαι, τῶν δὲ ἐκπεπταμένων συστεῖλαι, τῶν δὲ διεστραμμένων διορθῶσαι, κοινὸν ἁπάντων ἐστὶ τῶν εἰρημένων ἐπανορθοῦσθαι καὶ διορθοῦσθαι τῶν Ἑλλήνων λεγόντων, ὅσα περ ἂν ἐκβεβλημένα καθ’ ὁντιναοῦν τρόπον εἰς ἔμμετρον ἐπανάγομεν κατάστασιν. οἱ μὲν δὴ σκοποὶ τῆς ἐπιδέσεως οἵδε εἰσίν· ἡ δύναμις δὲ αὐτῶν οὐ τούτων μόνων ἐστὶ ποιητικὴ τῶν σκοπῶν, ἀλλὰ καὶ τῶν ἐναντίων ἐνίοτε, κατορθουμένης μὲν τούτων, ἁμαρτανούσης δὲ τῶν ἐναντίων. εἰκότως οὖν ἐπὶ τελευτῇ τῆς ῥήσεως εἶπεν ἢ τἀναντία. προὔκειτο γὰρ αὐτῷ τί δύναται ποεῖν ὑπόδεσις εἰπεῖν, οὐ περὶ μόνης τῆς ἀγαθῆς διελθεῖν. ἐν ἀρχῇ γέ τοι τῆς ῥήσεως, ἐφ’ ὧν δὲ ἔχεται ἢ ἐπίδεσις ἢ ὑπόδεσις ἢ ἀμφότερα περὶ πάσης ἐπιδέσεως, οὐ περὶ τῆς ἀρίστης μόνον τὸν λόγον ποιούμενος. εἰ δὲ καὶ περὶ τῆς ἀγαθῆς μόνης ἐπιδέσεως ἐνταῦθά τις αὐτῷ βούλοιτο εἶναι τὸν λόγον, ἡ κατὰ τὴν τελευτὴν προσθήκη τόνδε τὸν νοῦν ἕξει. ὡς ἐν τῷ παρὰ φύσιν ἔχειν τὰ μέν ἐστιν ἀφεστῶτα, τὰ δὲ ἐκπεπταμένα, τὰ δὲ διεστραμμένα. κατὰ τὸν αὐτὸν