Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

περιῤῥούμενον ἐν τούτῳ τῷ σχήματι περιεῖλον· ἀλλ’ ὅ τε προσεσχηκὼς τὸν νοῦν τῷ φυσικῷ σχήματι τῶν ὀστῶν καὶ φυλάττειν αὐτὸ μεμνημένος, ἐὰν μηδέπω πεπωρωμένῳ καὶ ἐντυχὼν, ὕδατα μετὰ ἐλαίου πολλοῦ καταντλήσας, εἶτα διατείνας ἰσχυρῶς, πρῶτον μὲν κατέαξεν, ὡς ἐξ ἀρχῆς ἦν κατεαγὸς, ἐφεξῆς δὲ ἐν τῷ κατὰ φύσιν σχήματι διέπλασε καὶ μετὰ ταῦτα ἐπέτρεψε τῇ φύσει πωρῶσαι τὸ κατεαγὸς ἐν τούτῳ τῷ σχήματι. ὥστε ἀληθές ἐστι τὸ μὴ μόνον ἄκοντας τοὺς ἰατροὺς διὰ τῶν μοχθηρῶν ἐπιδέσεων τἀναντία τῶν εἰρημένων ἀγαθῶν ἐργάζεσθαι περὶ τοὺς κάμνοντας, ἀλλὰ καὶ τοὺς ἀρίστους, ἐξεπίτηδες ὅσα μὲν παρὰ φύσιν ἐνδεδίπλωται πρὸς τοὐναντίον ἀπάγοντας ἐκτρέπειν, ὅσα δὲ συμπέφυκε, διαλύειν τούτων τὴν σύμφυσιν. εἴδομεν οὖν ἐνίων τὴν ἐφέλκωσιν καὶ δακτύλους συμφύντας καὶ χείλη καὶ βλέφαρα. σκοποὶ μὲν οὗτοι τῆς τῶν εἰρημένων παθῶν ἰάσεως· ἑκάστου δ’ αὐτῶν τὴν οἰκείαν ἐπίδεσιν ἑξῆς διδάσκει, πρότερον εἰπὼν περὶ τῶν ὀθονίων ὁποῖα χρὴ παρεσκευάσθαι διὰ τῆς ἐχομένης λέξεως.