Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

καταῤῥόπῳ. κόλπους μὲν οὖν ὅταν καθαροὺς ποιήσωμεν καὶ θελήσαντες κολλῆσαι, τὸν εἰρημένον τρόπον ἐπιδήσομεν. ἀπόσπασμα δὲ ἀκρωμίου βιαίως θλίβοντές τε καὶ καταναγκάζοντες τὸ ὑψούμενον αὐτοῦ μέρος, οὐδὲν γὰρ ἐκ τῆς τοιαύτης θλίψεως ἄτοπον ἔσται· καθάπερ οὐδὲ ἐπὶ κλειδὸς κατεαγυίας, ὅταν ἐπὶ πολὺ τὸ ἕτερον αὐτῆς μᾶλλον, ἧττόν τε μὴν ταύτης ἢ ἐπ’ ἀκρωμίου πιέσομεν. ἐπὶ δὲ τῶν ἄλλων καταγμάτων ἥκιστα θλίψομεν εὐλαβούμενοι φλεγμονάς. ἐγὼ μὲν οὖν ἐπὶ πάντων τῶν ἐφεστώτων πεποίημαι τὸν λόγον. ὁ δ’ Ἱπποκράτης ἐπὶ μόνων τῶν κόλπων, ὡς ἐπὶ παραδείγματος ἐφ’ ὧν τῶν ἐπιδέσεων τὴν συμμετρίαν ἐδήλωσε σαφῶς εἰπὼν τὰ μετέωρα, τουτέστι τὰ ἀφεστῶτα ψαύειν μὲν τῆς ἕδρας, μὴ πιέζειν δὲ, καλέσας ἕδρην δηλονότι τὸ ὑποβεβλημένον τῷ ἀφεστεῶτι σώματι. καθόλου δὲ στηριχθῆναί τε καὶ ἑδρασθῆναι τὸ προσαγόμενον αὐτῷ. πρὶν μὲν γὰρ τοῦ ψαῦσαι τὴν ἀρχὴν οὐδ’ ἂν ἑνωθείη τὸ μέρος ἕτερον ἑτέρῳ, ψαυσάντων δὲ ἀθλίπτως ἡ ἕνωσις γίνεται. πρόδηλον δὲ ὅτι τοὺς δεομένους κολλήσεως