Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἐστι χρεία κατὰ πρῶτον λόγον, ὥσπερ οὐδὲ τῶν ἐμπυημάτων. κόλπου δὲ ἤδη γε γεγενημένου μὲν αὐτοῦ καὶ σεσαρκωμένου μετριωτάτης ἐπιδέσεώς ἐστι χρεία, οὐ ψαυούσης τῆς ἕδρας τὰ ἀφεστῶτα. χρὴ γὰρ ἐνίεσθαι διὰ τοῦ στομίου φάρμακα καθαίροντα καὶ ἀναστομοῦντα. κολλήσεως δὲ χρῄζοντος ὃ νῦν εἴρηκεν Ἱπποκράτης, ἐπίδεσις οἰκεία. ταῦτα ἀναγκαίως ἔγραψα, μή τις παρακούσας οἰηθῇ πάντας κόλπους οὕτως ἐπιδεῖν ἀξιοῦν τὸν Ἱπποκράτην. δέδεικται γὰρ ὡς οὐ πάντας, ἀλλ’ ὅσοι μηδὲν ἔχουσιν ἅμα αὐτοῖς πάθημα μήτ’ οὖν φλεγμονὴν μήτε σαρκὸς ἔκσηψιν μήτε ῥύπον μήτε χυμὸν ἐν αὐτοῖς συνεστῶτα μονοειδῆ αὐτοὶ καθ’ ἑαυτοὺς ἐπιδείξεται μόνην τὴν ἑαυτῶν θεραπείαν. εἴρηται δέ μοι περὶ τῶν τοιούτων διορισμῶν ἱκανῶς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν.