Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Παρασκευάζειν δὲ ὀθόνια κοῦφα, λεπτὰ, μαλθακὰ, καθαρὰ, πλατέα, μὴ ἔχοντα συῤῥαφὰς, μηδ’ ἐξεστίας καὶ ὑγιέα, ὥστε τανύειν φέρειν καὶ ὀλίγῳ κρέσσω, μὴ ξηρὰ, ἀλλ’ εὔχυμα χυμῷ ᾧ ἕκαστα σύντροφα.

Εἴρηκεν οὖν πρόσθεν ἤδη περὶ τῶν ὀθονίων ἐλλιπέστερον, ᾦ καὶ δῆλον ὡς οὐδὲν ἠκρίβωται τότε πρὸς ἔκδοσιν, ἀλλ’ οὔτ’ ὑπὸ υἱέων, ὅτι μετὰ τὸν Ἱπποκράτους θάνατον ἐδοξάσθη οὐδεὶς, οὐδὲ κἀν βραχυλόγῳ κατὰ σύγγραμμά τι περὶ τῶν αὐτῶν εἰπεῖν· ἀλλ’ ἤτοι τὰ νῦν εἰρημένα περιεῖλεν ἂν ἢ τὰ πρόσθεν. ἔμπροσθεν μὲν γὰρ οὕτως ἔγραψεν, ἐπιδέσματα καθαρὰ, κοῦφα, λεπτὰ, μαλθακά. ἔθηκε δὲ νῦν τότε πλατέα δεῖν ὑπάρχειν αὐτὰ καὶ μὴ ἔχοντα συῤῥαφὰς μηδὲ ἐξεστίας, ὑγιέα τε μὴ μόνον ἄχρι τοῦ ῥαγῆναι ταθέντα βιαιότερον, ἀλλὰ καὶ περαιτέρω, τουτέστιν εὔτονα ἔχειν καὶ ἰσχυρὰ χάριν τῆς ἀσφαλεστέρας κρατήσεως.