Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

αἰδοῖα. ἀνάλογον δὲ τούτοις συμβαίνει γίγνεσθαι καὶ περὶ τὰ τραύματα καὶ περὶ πάντα ὁπωσοῦν ἡλκωμένα. τῶν μὲν γὰρ ἔξωθεν μερῶν φλεγμαινόντων ἐκτρέπεται τὰ χείλη τῶν ἑλκῶν καταπίπτοντα πρὸς τὴν ἔσω χώραν. ἄτροφα δὲ εἶναι καὶ λεπτὰ τηνικαῦτα ἀναγκαῖόν ἐστι τὰ αὐτὰ χείλη καὶ πλαδαρά. πρὸς οὓς ἄρα γε. πῶς γὰρ ἂν ἄλλως, εἰ μή τις ὑπάρχῃ, πρὸς τὴν ἔσω χώραν ἑτοίμως καταφέροιτο; αὐτῶν δὲ ἔνδον μερῶν ἔνδεια καὶ δι’ ἀτροφίαν φθινώδη καὶ διὰ χειρουργίαν ἀμέτρως ἐκκόψασαν τὴν ὑποκειμένην σάρκα καὶ διὰ σηπεδόνα διαφείρασαν αὐτὰ συμβαίνει. τὰς μὲν οὖν τοιαύτας διαθέσεις ἐπίδεσις ὠφελεῖ προσηκόντως γιγνομένη· τὰς δὲ διὰ φλεγμονὴν κατὰ μὲν τὸν ἑαυτῆς λόγον οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτει βαρύνουσα. διότι δὲ τοῖς ἰωμένοις τὴν φλεγμονὴν φαρμάκοις ὑπηρετεῖ, διὰ τοῦτο ἀναγκαία γίνεται. κατὰ τοῦτο οὖν ὁ Ἱπποκράτης εἶπε τὰ συνεσταλμένα μόρια σὺν μὲν φλεγμονῇ τἀναντία πραττόντων ἡμῶν ὀνίνησιν, ὅπερ ἐστὶ φεύγοντας ἐπίδεσιν. ὅτι μὴ διὰ μεγάλην ἀνάγκην ἕνεκα τοῦ κατασχεῖν τινα τῶν