Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Ὧν δ’ ἂν ἐκπεπταμένα συστεῖλαι, τὰ μὲν ἄλλα τὰ αὐτὰ. ἐκ πολλοῦ δέ τινος δεῖ τὴν συναγωγὴν καὶ ἐκ προσαγωγῆς τὴν πίεξιν τὸ πρῶτον ἥκιστα, ἔπειτα ἐπὶ μᾶλλον, ὅριον τοῦ μάλιστα τὸ συμψαύειν.

Ἀναμνησθῶμεν εἰπεῖν κεφαλαίων ἐξεπίτηδες ὡς γίγνεσθαι κατὰ τὴν λέξιν ἧς ἀρχή· ἐπίδεσις μὲν αἰτίη, ὥστε τὰ ἀφεστεῶτα προστεῖλαι. ἄχρι δεῦρο λελεγμένων αὐτῷ μνημονεύσωμεν· οὕτως γὰρ ὑπακουσόμεθα καὶ τοῦ λείπειν ἐν τῇ προκειμένῃ ῥήσει δοκοῦντος, ὥστε καὶ προστεθέντος αὐτοῦ τὴν λέξιν τοιάνδε· ὧν δὲ ἂν ἐκπεπταμένα συστεῖλαι δέῃ, τὰ μὲν ἄλλα ἃ πράξομεν· ἐκ πολλοῦ δὲ τὴν προσαγωγὴν ποιησόμεθα καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς εἶπεν. ἐκπεπταμένα δὲ ἀκουστέον ὑπ’ αὐτοῦ λέγεσθαι τὰ μετὰ τοῦ διεστάναι πλέον ἢ προσῆκεν ἀλλήλων ἐκπεπταμένα κατὰ