Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

καὶ τῆς ἄλλης θεραπείας τῆς ἰωμένης τὴν φλεγμονὴν, ἀλλ’ οὐ πρόκειται νῦν ἁπάντων αὐτῷ παθῶν ἁπάσας γράφειν θεραπείας, ἀλλὰ τὰς χειρουργίας ἰδίως ὀνομαζομένας. ἡ τοίνυν ἡ τῶν ἐκπεπταμένων ἐπίδεσις τὰ μὲν ἄλλα ἔχει τὰ αὐτὰ τῶν ἀφεστώτων. ἄρχεται γὰρ ἐκ τῶν ὑγιῶν καὶ κατ’ ὀλίγον ἥκει πρὸς τὴν φανερὰν ἕλκωσιν ἔχον δέρμα. διαφέρει δὲ ἐν τῷ πόῤῥωθεν ἄρχεσθαι μᾶλλον τῆς τῶν ἀφεστώτων, ἀποτείνειν τε τὴν πίεσιν ἄχρι τῶν ἐκπεπταμένων μορίων. ἐπὶ γοῦν τῶν κόλπων ἐπίδεσιν ἐκ τοῦ πυθμένος αὐτῶν ἤρθη. τὴν δὲ τῶν ἐκπεπταμένων ἐκ τῆς οἷον ῥίζης αὐτῶν ἄρχεσθαι προσῆκον, ἀλλὰ πόῤῥωθεν ἐκ τῶν ὑγρῶν ἐπάγειν τὸ δέρμα κατὰ βραχὺ πρὸς τὴν ἕλκωσιν, οὐ κελεύοντα τὴν ἐπίδεσιν τῶν ἑλκῶν, ἀλλ’ ἐπιτείνοντα κατὰ βραχὺ τὴν πρώτην ἑαυτῶν περιέλιξιν ἐκ περιτροπῆς τοῦ δέρματος πιέσεως ποιεῖσθαι. μετὰ ταῦτα δὲ ἐπὶ μᾶλλον. ἔνιοι μὲν ἐπὶ μιᾶς ἐνεργείας ἤκουσαν, ἔνιοι δὲ ἐπὶ πλειόνων· ἐπὶ μιᾶς μὲν οὖν εἰ ἀκούοιμεν τοῦ πρώτου ὀνόματος, ἡ τῆς ἐπιδέσεως