Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Μαλθακὰ δὲ, μὴ παχέα.

Πάντα ταῦτα δηλονότι κελεύει μαλθακὰ, μὴ παχέα παραλαμβάνεσθαι φυλαττόμενον, ὥσπερ ἐπὶ τῶν ὀθονίων ἔμπροσθεν εἴπομεν, οὕτω κἀνταῦθα τὴν θλίψιν τῶν ὑποκειμένων σωμάτων.

Ταῦτα πάντα ὡς ἐπὶ μήκει καὶ πλάτει καὶ πάχει τοῦ παθόντος.

Εἴρηται πρόσθεν ἤδη τοῦτο ἐπ’ ἄλλης ὕλης πραγμάτων ὁμοίας τῇ νῦν. καὶ μεμνῆσθαι χρὴ παρὰ πάντα τὸν λόγον ὡς ὅτι ἂν ἤτοι περὶ μήκους ἢ πλάτους ἢ πάχους ἢ ἀριθμοῦ τῶν ὀθονίων λέγεται, ἀναφορὰν ἔχειν πρὸς τοῦ πεπονθότος μορίου μῆκος καὶ πλάτος καὶ πάχος.