Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Νάρθηκες δὲ λεῖοι, ὁμαλοὶ, σιμοὶ, κατ’ ἄκρα σμικρῷ μείους ἔνθεν καὶ ἔνθεν τῆς ἐπιδέσεως. παχύτατοι δὲ ᾗ ἐξέῤῥιπτε τὸ κάτηγμα.

Οἱ νάρθηκες, ὡς οἱ σπλῆνες, ἐρείσματα καὶ στηρίγματα τῆς ἐπιδέσεώς εἰσιν, ἀλλ’ οἱ μὲν σπλῆνες τῶν ὑποδεσμίδων, οἱ δὲ νάρθηκες ἁπάντων τῶν ἔνδον, ὡς εἶναι τέτταρα μὲν τὰ σύμπαντα, χρείαν ἰδίαν ἕκαστον παρέχον. ἔνδον μὲν γὰρ ὑποδεσμίδας πρῶτον, τό τε διαπεπλασμένον ὀστοῦν κρατούσας καὶ κωλυούσας φλεγμῆναι τὸ πεπονθός. ἐπ’ αὐταῖς δὲ τοὺς σπλῆνας, ὡς μὴ περιῤῥέοιεν, εἶτα τοὺς νάρθηκας στηρίζοντας, οὕστινας Ἱπποκράτης ἀξιοῖ λείους τε εἶναι καὶ ὁμαλούς. ἀντίκειται δὲ τῷ μὲν λείῳ τὸ τραχὺ, τῷ δὲ ὁμαλῷ τὸ ἀνώμαλον. καὶ τὸ μὲν τραχὺ πάντως ἐστὶν ἀνώμαλον, οὐ μὴν τό γε ἀνώμαλον ἐξ ἀνάγκης τραχύ· καθάπερ οὐδὲ ὁδὸς ἀνώμαλος εὐθέως ἐστὶ καὶ τραχεῖα. δύναται γὰρ ἀναβάσεις τε καὶ καταβάσεις ἔχουσα μὴ τραχείας ἀνώμαλος