Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

εἶναί τε καὶ λέγεσθαι. καὶ τοίνυν καὶ τοὺς νάρθηκας ἐγχωρεῖ λείους μὲν εἶναι, μὴ μέντοι καὶ ὁμαλούς. ἐὰν γὰρ οὗτοι εἴς τι τῶν πλαγίων μερῶν διεστραμμένοι τύχωσιν ὄντες ἢ πρὸς τὸν ἄνω τόπον ἢ τὸν κάτω, τὸ μὲν ὁμαλὸν οὐχ ἕξουσι, τὸ λεῖον δὲ ἔχειν ἴσως οἷόν τε. συντελεῖ δὲ τῷ κατάγματι μήτε τραχεῖς εἶναι μήτε διεστραμμένους τοὺς νάρθηκας, ἑκατέρως μὲν γὰρ θλίψουσιν. ἐκ περιττοῦ δὲ οἱ διεστραμμένοι συνδιαστρέφουσιν ἐν αὐτοῖς τὴν ἐπίδεσιν. ταύτης δὲ διαστρεφομένης καὶ τὸ κατεαγὸς μέρος συνδιαστρέφεται. σιμοὺς δὲ κατ’ ἄκρα τοὺς νάρθηκας εἶναι συμβουλεύει. δύναται δὲ αὐτὸ τὸ σιμὸν ὄνομα νῦν σημαίνειν τοὺς ἀπεξεσμένους ἀτρέμα κατὰ τὴν κάτω χώραν. οἱ γὰρ ἰσοπαχεῖς ἄχρι τοῦ πέρατος, ἴσην ἐνταῦθα τὴν ἐπίδεσιν ἐργάζονται παντὶ τῷ ἄλλῳ μέρει τῆς ἐπιδέσεως, ὅπερ οὐ χρὴ γίγνεσθαι. βούλεται γὰρ ἐν μὲν τῷ μέσῳ τῇ ἐπιδέσει ἐσφίγχθαι μᾶλλον, ἐκλύεσθαι δὲ ἐντεῦθεν ἄχρι τῶν περάτων. ἐκεῖνα δὲ ἁπάντων ἐκλύεσθαι μᾶλλον, ἀλλὰ καὶ μικροτέρους αὐτοὺς κατὰ τὸ μῆκος εἶναι κελεύει τῆς ἐπιδέσεως, ὅπως