Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

χειριζόμενον συμμετρίαν ἐξ ἀνάγκης μνημονεύσας, ἐπὶ τὴν αὐτοῦ πρὸς ἑαυτὸν ἀφίκετο συμμετρίαν τοῦ χειρίζοντος. αὐτὸν δὲ πρὸς ἑαυτὸν συμμέτρως ἔχειν θέσεως, οὐδὲν τῶν ἁπλῶν ὂν καὶ οἷον τὸ κατ’ ἄρθρον διῃρημένον, ἢν δὲ τὰ μόρια σκοπῇς, ὡς ἄλλοτε ἄλλην ἴσχει θέσιν ἐν ποικίλοις σχήμασιν, οὕτως ἂν δύναιτό ποτε μὲν ἔχειν συμμέτρως. ἐὰν γοῦν τις ἐπὶ πλεῖστον ἀλλήλων ἀπαγάγῃ καθήμενος ἢ ἑστὼς, ἀμέτρως ἂν ἔχοι τοῖς μορίοις τούτοις πρὸς ἄλληλα, καθάπερ εἰ καὶ συνάγοι τελέως αὐτὰ καὶ ψαύειν ποιήσειεν ἢ καταθείη τὸ ἕτερον ἑτέρου ἢ μᾶλλον ἀποτείνοι κατὰ μῆκος ὅλον τὸ σκέλος ἢ εἰ κατ’ εὐθὺ θείη τὸν πόδα τοῦ γόνατος, ἀλλ’ εἰς τοὐπίσω πολὺ τῆς εὐθύτητος ἀποκεχωρηκώς. εὐλόγως οὖν ὁ Ἱπποκράτης τὴν αὐτοῦ πρὸς ἑαυτὸν ἑκάστου συμμετρίαν ἐν τῷ καθεῖσθαι τὴν τῶν μορίων ὡρίσατο πρὸς ἄλληλα σχέσιν, τοὺς μὲν πόδας κατ’ εὐθὺ τῶν γονάτων ἀξιώσας κατέχειν. ἐπεὶ δὲ τὸ κατ’ εὐθὺ διττόν ἐστι, τὸ μὲν κατὰ τὸ μῆκος ἐκτεινόντων τὸ κῶλον, τὸ δὲ εἰς ὕψος