Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ὅλην τῆς ῥήσεως περίνοιαν τὸ τρεῖς γεγονέναι γραφὰς τοῦ τῆς ἐκτρίψεως ὀνόματος. ἔνιοι μὲν γὰρ ἔκτρεψιν γράφουσι διὰ τοῦ τ καὶ ρ καὶ ε κατὰ τὴν δευτέραν συλλαβὴν, τινὲς δὲ καὶ τὸ σ προστιθέασιν ἐν ἀρχῇ γράφοντες ἔκστρεψιν, ἔνιοι δὲ καὶ ἔκτριψιν διὰ τοῦ τ καὶ ρ καὶ ι. παρεστήσαμεν γὰρ ἕνα τέως γράφειν. αἱ δ’ οὖν εἰρημέναι προσηγορίαι σαφεῖς εἰσιν. ἀπὸ γὰρ τοῦ ἐκτρέπεσθαι ῥήματος ἔκτρεψις, ἀπὸ δὲ τοῦ ἐκτρίβεσθαι ἔκτριψις γέγονεν. ἀξιούντων τῶν γραφῶν φυλάττεσθαι ταῦτα τὸν κάμνοντα. φαίνονται δὲ ὅμως πάντες οἱ ἐξηγησάμενοι τὴν ῥῆσιν ἐκ μέρους μὲν ἑωρακέναι τὴν γνώμην τἀνδρὸς, ὅλην δὲ ἀκριβῶς μὴ δεδυνῆσθαι περιλαβεῖν. ἐὰν γὰρ πρόσχῃ τις τῷ τέλει ταύτης καθ’ ἅ φησιν, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει φανοῦνται μὲν ἅπαντες λέγοντες ἀληθῶς, ἄλλως ἄλλων χρησίμων ὑπὸ τοῦ κάμνοντος ἐσομένων ἐν τοῖς τρισὶ καιροῖς παρέξει, χειρισμῷ, ἔπειτα ἕξει, πάντας δὲ αὐτοὺς συνθεῖναι μὴ δυνηθέντες, ἔσται δὲ φανερὸν τοῦτο τῶν διορισθέντων σαφῶς τῶν τριῶν καιρῶν. πρῶτος μὲν οὖν αὐτῶν