Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Ὕδατος θερμότης, πλῆθος· θερμότης μὲν κατὰ τῆς ἑαυτοῦ χειρὸς κατασχεῖν, πλῆθος δὲ χαλάσαι μὲν καὶ ἰσχνᾶναι τὸ πλεῖστον ἄριστον, σαρκῶσαι δὲ καὶ ἁπαλῦναι τὸ μέτριον.

Καὶ ὁ περὶ τοῦ ὕδατος λόγος ἀναγκαῖός ἐστιν εἰς τὴν τῶν καταγμάτων ἴασιν. ἐν γοῦν ταῖς ἐπιλύσεσιν ὕδατος θερμοῦ καταντλοῦσιν ἅπαντες ἰατροὶ τὰ κατάγματα, δηλονότι τῆς ἐξ αὐτοῦ βοηθείας ἐναργῶς πεπειραμένοι. διαμαρτία δέ ἐστι κἀν τῇ τούτου χρήσει· μία μὲν κατὰ τὸ ποιὸν, ἑτέρα δὲ κατὰ τὸ ποσὸν αὐτοῦ· κατὰ μὲν τὸ ποιὸν ἤτοι θερμοτέρῳ τοῦ προσήκοντος ἢ ψυχροτέρῳ χρωμένου τοῦ ἰατροῦ. κατὰ δὲ τὸ ποσὸν ἤτοι πλέονι χρόνῳ καταντλοῦντος ἢ ἐλάττονι. τῆς μὲν οὖν κατὰ τὴν ποιότητα συμμετρίας γνώρισμα, τὴν αὐτοῦ τοῦ ἰατροῦ τίθεται χεῖρα. καταχέων γὰρ αὐτῇ ᾧ μέλλει τῷ ἐναιονᾷν, ἐστοχάσθαι δύναται τοῦ καταχύματος συμμέτρου. λέγω δὲ κατὰ πλάτος