Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

μὴ ψαύσῃ ἄν ποτε τοῦ μετὰ τὴν ἐπίδεσιν δέρματος, ὑψουμένου πολλάκις ἐκ τοῦ δέχεσθαι τοὺς ἐπὶ τῶν ἐπιδέσμων ἐκθλιβομένους χυμούς. ἀλλὰ κατ’ αὐτὸ τὸ κάταγμα παχυτέρους εἶναι συμβουλεύει τοὺς νάρθηκας, ἐπειδὴ τὸ χωρίον τοῦτο μάλιστα τῆς ὑπ’ αὐτῶν ἐπιδέσεως δεῖται.

Ὁκόσα δὲ κυρτὰ καὶ ἄσαρκα φύσει φυλασσομένων τῶν ὑπερεχόντων, οἷον κατὰ δακτύλους ἢ σφυρὰ τῇ θέσει ἢ τῇ βραχύτητι.

Φυλάττεσθαι κελεύει κατὰ τὰς ἐξοχὰς τῶν ὀστῶν τίθεσθαι τοὺς νάρθηκας. ἔστι δὲ τοῦτο κατὰ δύο τρόπους, ἢ μηδ’ ὅλως ἡμῶν τιθέντων αὐτοὺς κατ’ ἐκεῖνα τὰ μέρη τῆς ἐπιδέσεως ἢ βραχυτέρους ἐπιτιθέντων, ὡς μὴ παραγίνεσθαι πρὸς τὸ κυρτὸν, ἀλλὰ πρὸς τὸ καταπαύεσθαι, πρὶν ἐκείνου ψαῦσαι καὶ βέλτιόν τι πράττειν οὕτως. ὠνόμασε δὲ τὸ μὲν μηδ’ ὅλως θέντα νάρθηκας, φυλάξασθαι τὴν βλάβην