Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἠξίουν πρόδηλον. ἀντὶ γὰρ ἐπιβροχῆς αὐτῇ χρῆται, δυναμένης μὲν ἐπιβροχῆς αὐτὸ ἀνύειν, ἀλλὰ διὰ τῆς κηρωτῆς ἀσφαλέστερον ἐσόμενον τοῦτο καὶ μάλιστα ἐφ’ ὧν οὐ πάντοτε τὸν ἰατρὸν παραμένειν τῷ κάμνοντι δυνατὸν, οὔτε τὸν ὑπηρέτην ἴσμεν ἐπιμεμεληκέναι φιλόπονον, εἶναι δὲ τὴν κηρωτὴν οὐ μαλθακὴν μόνον, ἀλλὰ καὶ καθαρὰν ἀξιοῖ, τουτέστι μηδὲν ἐμφερόμενον ἔχειν ἐν ἑαυτῇ μήτε προπόλεως μήτε ῥύπου, μήτε γεώδους ἢ ψαμμώδους οὐσίας ἢ ἄλλης τινὸς παρὰ τὸν κηρόν. εἴη δὲ ἂν εὐθέως ἡ τοιαύτη καὶ λεία, πλὴν εἰ διὰ τὰς ὀνομαζομένας ἐγκηρίδας ἐπὶ πλέον ἢ τῆς καθαρᾶς νοοῖτο. γέγραπται δὲ οὐ λείη μόνον, ἀλλὰ καὶ λεΐη τῆς δευτέρας συλλαβῆς, ἤν τις γράμμα παρὰ τοῦ η συλλαβῆς, καὶ μᾶλλον οὕτως ἀξιοῦσι γράφειν ὅσοι περιέχεσθαι νομίζουσιν ἐν τῇ τῆς καθάρσεως ἐννοίᾳ τὴν λείαν, αὐτὴν δὲ τὴν λείαν ἀντιδιορίσαι φασὶ τῇ τῆς ξηρᾶς, τὴν γὰρ ἐκείνην οὐκ εἶναι.