Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

τῇ θέσει γίγνεσθαι, τὸ δὲ ἀφελεῖν τοῦ μήκους τῇ βραχύτητι, δυνάμει τοῦτο λέγων, ἢ τὸ μὴ θεῖναι νάρθηκα, φυλάξασθαι ψαῦσαι τοῦ προσχόντος μέρους ἢ τὸ μικροτέρους θεῖναι.

Παρέρμασι δὲ ἑρμάζειν, μὴ πιέζειν τὸ πρῶτον.

Ἐμνημόνευσε παρερμάτων καὶ κατ’ ἄλλον λόγον ὀλίγον ἔμπροσθεν, ἐφεξῆς τῶν ἐπιδέσμων, οὐ μὴν προσέθηκέ γε ῥητοῖς ἐκείνοις αὐτὰ περιβαλεῖν, ἀλλ’ ἡ τῆς τάξεως ἀκολουθία τοῦτο ἡμῖν ἐνεδείκνυτο. νυνὶ μέντοι φησὶν ἑρμάζειν δεῖ, ὅπερ ἐστὶν ἑδράζειν τε καὶ στηρίζειν ἄνευ τοῦ πιέζειν καὶ τοῦτο ποιεῖν κατὰ τὴν πρώτην ἐπίδεσιν, ὡς ταῖς ἐφεξῆς ἡμέραις ἀνερωτώμενος ὁ πάσχων ἢ μηδ’ ὅλως αἰσθάνεσθαι θλίψεως, δυναμένων ἡμῶν ἐπισφίγξαι τοὺς νάρθηκας τοῖς παρέρμασιν. ἔνιοι δὲ οὐκ ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως ἔγραψαν τὸ πρῶτον, ἀλλ’ ἐν ἀρχῇ τῆς