Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἐὰν δὲ πληθωρικὸν, ἔμπαλιν ἐπισπᾶται πολὺ μᾶλλον ἢ διαφορεῖ. καὶ τοίνυν ὀλίγῳ μὲν χρόνῳ προσαχθὲν ἐπλήρωσε μᾶλλον ἢ ἐκένωσεν. εἰ δὲ πλέονι καταθείη χρόνῳ, διαφορεῖ μᾶλλον ἢ πληροῖ· κατὰ λόγον οὖν ἔφη χαλᾷν μὲν καὶ ἰσχναίνειν τὸ πλεῖστον, ἁπαλύνειν δὲ καὶ σαρκοῦν τὸ μέτριον. τὸ μὲν οὖν ἰσχναίνεσθαι τοῖς κενουμένοις ἄντικρυς ἕπεται, τὸ δὲ χαλᾶσθαι τοῖς τεταμένοις οὐκ ἄντικρυς, ἀλλὰ διὰ μέσων ἑτέρων. ὅσα μὲν γὰρ τῷ πεπληρῶσθαι τέταται, καθάπερ τὰ φλεγμαίνοντα πάντα τῷ κενοῦσθαι χαλᾶται. ὅσα δὲ τῷ πεπῆχθαι διὰ ψύξιν τῷ θερμαίνεσθαι. τὰ δὲ διὰ ξηρότητα τεταμένα δι’ ὑγρότητα χαλᾶται· ἐπὶ τοίνυν τὰ εἰρημένα ε΄ δύναται ποιεῖν τὸ θερμὸν ὕδωρ, ὅταν ἐπὶ πλέον ὀλισθῇ τῷ σώματι, καλῶς εἶπε χαλᾷν αὐτά. μὴ θαύμαζε δὲ εἰ κενοῦν τε ἅμα τὰς περιττὰς ὑγρότητας ἔφαμεν δύνασθαι τὸ θερμὸν ὕδωρ καὶ ὑγραίνειν τὰ στερεὰ σώματα. δέδεικται γὰρ ἐν ἑτέροις τῶν λόγων ἑκάτερον ἀληθές. τὸ μὲν οὖν θερμὸν ὕδωρ ταῦτα δύναται, τὸ δὲ ὀλίγον