Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

οὐχ ἁπλῶς εἰπεῖν ἐγχωρεῖ, τί δύναται ποιεῖν. ἐὰν μὲν ἤτοι δὶς ἢ τρὶς καταχέας τις ἢ πυριάσας διὰ σπόγγων ἀρκεσθῇ, παντάπασιν ἡ τοιαύτη χρῆσις ἄπρακτός ἐστιν. ἐὰν δὲ, ὡς αὐτὸς ἔφη, μετρίως τις αὐτῷ χρήσεται, σαρκώσει τε καὶ μαλακὰ ποιήσει τὰ δεόμενα τούτου. ἄκουε δέ μου προσθέντος τῷ λόγῳ τὰ δεόμενα· ἔνια γὰρ σώματα τοιαύτη χρῆσις ὕδατος οὔτε ἁπαλύνειν οὔτε σαρκοῦν δύναται. τῷ γοῦν ἀσάρκῳ τε ἅμα καὶ πληθωρικῷ σώματι μετρία κατάχυσις ὕδατος θερμοῦ, πληρώσει περιττῆς ὑγρότητος τὸ θερμανθὲν μόριον. ἐὰν δὲ ἄτροφόν τε καὶ μὴ πληθωρικὸν ᾖ, σαρκώσει τε ἅμα καὶ μαλακὸν ἐργάσεται. σάρκωσις γὰρ γίνεται τῶν μὲν μορίων αὐτῶν, οἷς μέλλει προσφύεσθαί τε καὶ περιφύεσθαι σὰρξ, εὐκράτως ἐχόντων κατὰ θερμότητά τε καὶ ψυχρότητα. τοῦ δὲ ἐπιῤῥέοντος αἵματος ὑγιεινοῦ μὲν ὄντος κατὰ τὴν ποιότητα, συμμέτρου δὲ κατὰ τὴν ποσότητα. ταῦτα δὲ ἀμφότερα διὰ τῆς μετρίας καταχύσεως ὕδατος θερμοῦ γίγνεται συμμέτρου. τὸ γὰρ αἷμα πρὸς