Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

τὸ σύγγραμμα ταύτην τὴν γραφὴν, κατὰ δύο τρόπους μοχθηρὸν γίνεται τὸ λεγόμενον, ἐάν τις ἐγγώνιον ἀκούῃ σχῆμα κατ’ ὀξεῖαν γωνίαν, ὀξείας δηλονότι γωνίας ὀνομαζομένης, ἥτις ἂν ἐλάττων ᾖ τῆς ὀρθῆς. ὅταν μὲν εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα, τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν. ἡ δὲ τῆς ὀρθῆς ἐλάττων ὀξεῖα καλεῖται, καθάπερ ἡ μείζων ἀμβλεῖα. καὶ τοίνυν ἡ μὲν ὀρθὴ γωνία κατὰ μέγεθός ἐστιν οὐκ ἔχουσα τὸ μᾶλλόν τε καὶ ἧττον. ἀπερίληπτον δὲ ἀριθμῷ τὸ πλῆθός ἐστι τῶν ὀξειῶν τε καὶ ἀμβλειῶν ὑπαρχουσῶν. ἀπαρέγκλιτος μὲν γὰρ ἡ ὀρθὴ γωνία, διότι καὶ ἡ ἐφισταμένη κατ’ εὐθείας, εὐθεῖαν τηνικαῦτα τὴν γένεσιν ἐργάζεται δυοῖν θατέρων ὀρθῶν γωνιῶν, ὅταν ἀπαρέγκλιτος ἐφίσταται. κέκληκε δὲ αὐτὴν ὀρθὴν ἐργαζομένην γωνίαν, πρὸς τὸ ἕτερον μέρος τῆς ὑπερβεβλημένης εὐθείας. καὶ ἡ κλίσις αὐτῆς τὸ μᾶλλόν τε καὶ ἧττον ἀναρίθμητον ἔχει πλήθει.