Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Οἷον οὖν ἐστι τὴν ὀρθὴν γωνίαν ἑρμηνεῦσαι βουληθέντα λέγειν ἐγγὺς εἶναι τῆς ὀξείας. ἡγεῖται μὲν γὰρ ἡ τῆς ὀρθῆς νόησις, ἕπεται δὲ ἡ τῆς ὀξείας, ὅτι ἡ μὲν ὀρθὴ μία, καθάπερ εἶπον, ἄπειροι δὲ κατὰ πλῆθος αἱ ὀξεῖαι. τὸ μὲν οὖν ἐγγὺς εἶναι τῆς ὀρθῆς ὀξεῖάν τινα γωνίαν εἰκότως ἄν τις εἴποι. παμπόλλων γὰρ οὐσῶν αὐτῶν ταύτην νοήσομεν ἐγγὺς εἶναι τῆς ὀρθῆς, ἣ τῆς ὀρθῆς ἂν ἀπολείπεται βραχὺ καὶ μὴ πάνυ τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὴν εὐθειῶν ὑποξυνομένην ἔχει. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἀμβλειῶν παμπόλλων οὐσῶν ἐκείνας νοήσομεν ἐγγὺς εἶναι τῆς ὀρθῆς, ὅσαι τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὰς εὐθειῶν ἔχουσι μετρίως ἀμβλεῖαν, ἐγγὺς δὲ τῆς ὀξείας εἶναί τινα γωνίαν, ἀδιανόητον μὲν οὐκ οὔσης μιᾶς τῆς ὀξείας γωνίας ἡ ἐγγώνιον ἔχει σχῆμα καὶ προσέτι διὰ τὸ μὴ ἐγγώνια διὰ τοῖν δυοῖν γγ μήτε εὐγώνια διὰ τῆς εὖ συλλαβῆς κεκλῆσθαι σχήματα πρὸς μηδενὸς τῶν Ἑλλήνων, ἕνα γωνίαν ὀξεῖαν ἔχει, τὰ μέντοι τὴν ὀρθὴν ἔχοντα γωνίαν