Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

μάλιστα ἐροῦμεν οἱ πάντες ἄνθρωποι τὸ ἀνωδυνώτατον σχῆμα, πρὸς μὲν τὸ μέσον ἔρχονται τοῦ τε ἀκριβῶς ὑπτίου καὶ πρηνοῦς ἐσχάτως, ἐκκλίνουσι δὲ βίᾳ βραχὺ πρὸς τὸ πρηνές. ὁ μὲν οὖν Ἱπποκράτης ταῦτα διελθεῖν βουλόμενος προσέθηκε τὸ ἐγγὺς οὐκ ἔχων διατείνεσθαι. τὸ μέντοι τῶν σχημάτων τῆς χειρὸς ἁπάντων ἀνωδυνώτατον εἶναι τὸ νῦν ὑπ’ ἐμοῦ λεγόμενον ἀκριβῶς οἴδασι καὶ ὅσοι τρίβωνές εἰσι τῶν τοιούτων ἔργων τῆς τέχνης ἀκούσαντες τὸν λόγον τοῦτον, οἱ δὲ ὅτε γνωρίζουσι τὴν κατ’ αὐτὸν ἀλήθειαν. ἐνέχεσθαι δὲ δεῖ τὸν ἐξηγούμενον ὁτιοῦν σύγγραμμα τῆς τε τοῦ συγγραφέως γνώμης καὶ τῆς τοῦ λεγομένου πράγματος ἀληθείας· ἐν οἷς οὖν ἄδηλόν ἐστι διὰ τὴν ἀσάφειαν ἡ τοῦ συγγραφέως γνώμη, τὸ δὲ ἀληθὲς χρὴ φυλάττειν· οὕτως γὰρ καὶ τοὺς μανθάνοντας ὠφελεῖσθαι συμβήσεται. τοῦτον οὖν τὸν σκοπὸν ἐν ἁπάσαις ταῖς ἐξηγήσεσι πειρῶμαι φυλάττειν. ἔνιοι δὲ τῶν ἐξηγητῶν οὐδ’ ἂν ἐθελήσωσι τυχεῖν αὐτοῦ δύνανται, τῶν μὲν ἔργων τῆς τέχνης ἀπείρως ἔχοντες, ἐπὶ δὲ τὸ σοφιστικὸν εἶδος ἐκτρεπόμενοι