Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

πλέον οἷόν τε ἐπιδέσεώς τε τῆς κατὰ τὴν προκειμένην καὶ καταχύσεως μετρίας ὕδατος θερμοῦ καὶ κινήσεως καὶ τρίψεως, ἅπερ καὶ τὴν δύναμιν ἐπιῤῥωννύει. εἶναι δὲ χρὴ πάντα μέτρια, κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν. οὐ γὰρ ἀπόχρη μόνον τὴν τρίψιν ἢ τὴν κίνησιν ἢ τοῦ θερμοῦ κατάχυσιν ὕδατος μήτε πολλὴν μήτε παντάπασιν ὀλίγην ὑπάρχειν, ἀλλ’ ἐν τούτοις χρὴ τὴν μὲν τρίψιν ἐν τῷ μέσῳ σκληρᾶς καὶ μαλακῆς, ὀλίγης τε καὶ πολλῆς εἶναι. τὸ δὲ εὔκρατον ἐν τῷ μεταξύ ἐστι τοῦ τε μηδέπω θερμαίνοντος, ὃ χλιαρὸν καλεῖται, καὶ τοῦ δάκνοντος ἤδη θερμοῦ καὶ λυποῦντος, ὃ δὴ ζέον ὀνομάζεται. καὶ τὸ πλήθει δὲ δηλονότι μέσον εἶναι προσῆκεν αὐτῷ πολλοῦ τε καὶ ὀλίγου. καὶ τόν γε τῆς ποσότητος λόγον αὐτὸς ἐδίδαξεν εἰπὼν ἔμπροσθεν, ἔτι μετεωριζομένου δεῖ πρὶν συμπίπτειν παύεσθαι. κατὰ τοῦτον δὲ τὸν χρόνον ἐρυθρότατον ὡσαύτως συμβαλλόμενον ὁρᾶται τὸ μόριον. ἅπαντα μὲν οὖν ὅσα λεπτὰ καὶ ἄτροφα γίνεται σαφῶς ἀναιμότερα φαίνεται τῶν κατὰ τὴν φύσιν ἐχόντων καὶ μόγις ἐρυθραίνεται καὶ τριβόντων καὶ καταχεόντων