Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΤ’ ΙΗΤΡΕΙΟΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Α.

Γαληνοῦ προοίμιον. Ἰατρικὸν ἐπέγραψεν αὐτὸ κατ’ ἰητρεῖον. ἄμεινον δὲ ἦν περὶ τῶν κατ’ ἰητρεῖον ἐπιγεγράφθαι, καθάπερ ἔνιοι τὸ Διοκλέους ἐπιγράφουσι καὶ Φιλοτίμου καὶ Μαντίου. γεγραφότων γὰρ καὶ τούτων τῶν ἀνδρῶν εἰς τὴν αὐτὴν ὑπόθεσιν, ἐν ἑκάστῳ βιβλίῳ, ἐν μὲν τοῖς πλείστοις ἡ ἐπιγραφὴ χωρὶς τῆς προθέσεώς ἐστι καὶ τοῦ ἄρθρου κατ’ ἰητρεῖον ἀπλῶς ἐπιγεγραμμένων αὐτῶν,