Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

εἰκότως. οἵ τ’ ἐξηγησάμενοι τὸ βιβλίον ἓν ἐξ ἀμφοῖν οἴονται σημαίνεσθαι καὶ ἡμεῖς αὐτοὶ πολλάκις ἀδιαφόρως χρώμεθα τοῖς ὀνόμασιν. ὁ δὲ κοινὸς σκοπός ἐστιν, ὃν ὀλίγον ἔμπροσθεν εἶπον, ὅπως ἐν ταῖς κινήσεσι μὴ σείηται τὰ μόρια. διαφορᾶς μέντοι τινὸς οὔσης ἰδικῆς, ἣν ἄρτι διῆλθον, ὅταν ἀκριβολογούμεθα, στηρίγματα μὲν ἐροῦμεν ὅσα τῆς ἐπιδέσεως ἔξωθέν ἐστιν, ἑρμάσματα δὲ τὰ κατ’ αὐτὴν ἐκείνην καὶ οὕτως διοριούμεθα, τὰ μὲν τοῖς ἀναγκαίως κινουμένοις μορίοις, ὧν ταῖς κινήσεσι παύειν οὐκ ἔστιν ἐφ’ ἡμῖν, στηρίγματα καλεῖσθαι, τὰ δὲ ἐν τοῖς ἀκινήτοις ἑρμάσματα. σκέλος μὲν γὰρ καὶ χεῖρα κινεῖν ἐφ’ ἡμῖν ἐστι, θώρακα δὲ καὶ μήνιγγας οὐκ ἐφ’ ἡμῖν. καὶ παλμὸς ἔν τινι μορίῳ γιγνόμενος οὐκ ἐφ’ ἡμῖν ἐστιν, ὥσπερ οὐδὲ βὴξ ἢ πταρμὸς ἢ λυγμὸς καὶ ὅ τι μάλιστα δυνατὸν ἀντέχειν αὐτοῖς ἐπὶ χρόνον ἱκανὸν, ὡς μὴ γίγνοιτο. βιάζεται γὰρ ὕστερον ὅταν ἰσχυρὰς σχῇ τὰς γεννώσας αἰτίας αὐτῆς καὶ μόνοις τοῖς καρτερικωτάτοις δυνατὸν ἀνδράσιν ἀντισχεῖν τε καὶ κωλύσαι τὴν γένεσιν αὐτῶν φαίνεται. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης