Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

τινὰς δ’ ἀμφότερα φύσει κριτήρια τεθεῖσθαι τῶν μὲν αἰσθητῶν τὴν αἴσθησιν, τῶν δὲ νοητῶν τὸν νοῦν, τινὰς δὲ πρὸς ταύταις καὶ ἄλλας ψυχῆς ἡμῶν δυνάμεις εἶναι νομίζειν. ὅπως οὖν αὐτῶν ἐκφύγῃ τὴν ἐπήρειαν ὁ Ἱπποκράτης αὐτὸς μὲν ἐμνημόνευσε δυοῖν κατὰ γένος δυνάμεσιν αἰσθήσεώς τε καὶ διανοίας, ἃς ἴστε κἀμὲ διὰ παντὸς ἐπιδεικνύντα, μόνα ἡμᾶς ἔχειν κριτήρια τῆς γνώσεως. ἕνεκα δὲ τῶν σοφιστῶν τῷ λόγῳ προσέθηκεν, ἃ δ’ οἶς γιγνωσκόμενα πᾶσι δυνατόν ἐστι γνῶναι. τινὲς μὲν οἴονται τὸν μὲν νοῦν ἄλλης εἶναι φύσεως, τὴν δὲ διάνοιαν ἄλλης, τὸν δὲ ἐνδιάθετον ὀνομαζόμενον λόγον ἄλλης, καὶ τούτων δὲ πλείους ἄγουσι δυνάμεις. ἐμοὶ δὲ ἐν τοῖς τοῦ κοινοῦ λόγου βιβλίοις δέδεικται τρεῖς εἶναι τὰς πάσας ἐν ἡμῖν δυνάμεις, αἷς χρώμεθα πρός τε τὰς τῶν τεχνῶν συστάσεις καὶ τῶν βιβλίων αἴσθησίν τε καὶ νοῦν καὶ μνήμην, ἀλλὰ τὴν μὲν μνήμην ἀποτίθεσθαί τε καὶ φυλάττειν ἐν αὐτῇ τὰ γνωσθέντα δι’ αἰσθήσεως καὶ νοῦ ταμεῖόν τι τῶν εὑρημένων αὐτοῖς οὖσαν, οὐκ αὐτὴν εὑρίσκουσαν ἑκάστου πράγματος φύσιν. εἰς δὲ