Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἐστὶ τὸ καλούμενον ἐρυσίπελας, φλογῶδες μὲν ἀεὶ, σὺν ὄγκῳ δὲ οὐκ ἀεί. ταῦτα οὖν ἅπαντα τὰ κατειλημμένα παρ’ Ἱπποκράτει ὀνομαστὶ πάθη τὴν μὲν κατὰ δίαιταν καὶ φαρμακείαν ἑτέραν ἔχει θεραπείαν, τὴν δὲ κατὰ χειρουργίαν ἐξ ἐπιδέσεως τρόπου γινομένην, ὅταν καὶ μάλιστα ἐκ τῆς προϋπαρχούσης ἐπιδέσεως τὴν γένεσιν ἐσχηκότα, περὶ ὧν νῦν ποιεῖται τὸν λόγον. τὸ γὰρ ἐξεργᾶται ἐκ τοῦ τρώματος, οἷον ἐκθλίβεται ἢ ἐξαιρεῖται δηλοῖ. τινὲς ἄντικρυς ἐξαίρεται γράφουσιν, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι. τὴν δ’ ἐπίδεσιν αὐτῶν ἐν μὲν τῷ περὶ ἀγμῶν ἀπ’ αὐτοῦ τὸ οἴδημα ἔχοντος μορίου ποιεῖται, νυνὶ δὲ ἀπὸ τοῦ τρώματος. δῆλον δ’ ὅτι καλεῖ τρώματα τὴν βλάβην τοῦ μορίου καὶ τοιοῦτόν γε τῆς καταγματικῆς ἐπιδέσεως ὑπαλλάττει νῦν, ὅτι τὴν πλείστην νομὴν τῶν ἐπιδέσμων ἐπὶ τὸ ἄνω ποιεῖσθαι κελεύει, βραχὺ δέ τι τὸ κάτω. τὸ μηδὲ κατάντη τὴν χεῖρα ἔχοντα ἢ τὸ σκέλος, κοινὸν μέν ἐστι πρὸς τὴν καταγματικὴν