Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ὅσοι δὲ ἐν τοῖς φλεγμαίνουσι μορίοις γίγνονται σφυγμοὶ καὶ προσέτι κατὰ τὰς κεφαλαλγίας τὰς σφοδρὰς ἐν ταῖς κατὰ τοὺς κροτάφους ἀρτηρίαις. καὶ παλμοὶ δὲ πολλάκις μὲν ἐφ’ ὑποχονδρίων γιγνόμενοι, ἔστι δ’ ὅτε δὴ καὶ κατ’ ἄλλα μόρια στηριγμάτων ἐδεήθη, καὶ τά γε στηρίγματα ταῦτα ποιητέον, ποτὲ μὲν αὐτὰ μόνα, ὡς ἐπὶ τῶν κατὰ τοὺς κροτάφους ἀρτηριῶν, ἐν κεφαλαλγίαις σφοδραῖς ἢ τῶν κατὰ ὑποχόνδρια παλμῶν ἢ τραυμάτων αἱμοῤῥαγίαν ἀπειλούντων, ἐνίοτε δὲ ἔριον ἐπιδέσμῳ περιλαμβάνοντες ἁπλῶς, καὶ χωρὶς δὲ ἐπιδέσμων ἐνίοτε στηρίζομεν. ἐρίῳ τε στηρίζομεν τὰ κατὰ θώρακά τε καὶ αὐχένα καὶ κεφαλὴν ὑπαυχενίοις τε μαλακοῖς καὶ σακκίοις κούφοις κέγχρον θερμὴν ἔχουσιν, ὅταν ἅμα πυριαθῆναί τε καὶ στηρίζεσθαι δέονται, μασχάλην δὲ καὶ νῦν ἐκπεσοῦσαν καὶ ἀνατεθεῖσαν τοῖς μαλακοῖς ἑρμάσμασιν ἐνίοτε στηρίζομεν. ἐπεμβληθεῖσι δ’ ἐνίοτε στηρίζομεν ἔξωθεν ἁπαλοῖς στηρίγμασι. κοινοῦ τοίνυν ὄντος σκοποῦ τοῖς ἰδίως ὀνομαζομένοις ἑρμάσμασι καὶ στηρίγμασιν