Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἐδίδαξε· δύναται δὲ ἄλλος ἄλλοις ὀνόμασί τε καὶ ῥήμασι χρώμενος περὶ τῶν εἰρημένων πραγμάτων ἕτερα φαίνεσθαι λέγειν, οἷον καὶ ὅταν τις φαίη τὸ ἀνώδυνον· οὐ γὰρ ἄλλο σχῆμά τι εὑρήσει πλὴν τοῦ κατὰ τὸ ἐλινύειν εἰθισμένου. τὸ δὲ αὐτὸ τοῦτο καὶ μέσον ἐστὶ τῶν ὑπερβολικῶν. ἀλλὰ κἀκ τῆς κατασκευῆς τῶν μορίων ἐνδεικτικῶς αὐτὸ τοῦτ’ ἔστι τὸ εὑρισκόμενον.

Ὅτι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει.

Καὶ τοῦτο πρὸς ὑποτυπώσει φαίνεται γεγραφὼς ὁ συγγραφεὺς τοῦ βιβλίου, τυχὸν ἴσως ταὐτὸ μηκῦναι βουλόμενος ἐν τῷ πρὸς ἔκδοσιν ὑφ’ ἑαυτοῦ γραφομένῳ. καὶ κατ’ ἄλλα τῶν ἀντιγράφων εὑρίσκεται γεγραμμένον οὕτως τὸ, διότι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει, προβάλλοντος αὐτὸ πρὸς ζήτησιν ἑαυτῷ τοῦ συγγραφέως χρησιμώτατον ὧν οὐκ ἐν τοῖς κατὰ χειρουργίαν μόνην, ἀλλὰ καὶ τοῖς κατὰ