Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Φλάσματα διὰ τοῦ φ καλεῖν ἔθος Ἱπποκράτει κατὰ τὴν τῶν Ἰώνων διάλεκτον, ἃ πρὸς ἡμῶν ὀνομάζεται διὰ τοῦ θ θλάσματα. γίνεται δὲ βαρέος τινὸς ἐμπεσόντος τῷ σώματι, ὡς ἂν εἴποι τις, διασπάσαντος τὸ σαρκῶδες γένος. ἐνίστασθαι πέφυκεν, ὅταν ἡ διαθλασθεῖσα σὰρξ εἰς τὴν ὑπὸ τῷ δέρματι χώραν αἷμα προσχέῃ. τὸ τοιοῦτον πάθος ἐκχύμωμα καλεῖται καὶ γίνεται δηλονότι τοῦτο μὴ διαιρουμένου τοῦ δέρματος. εὔδηλον δὲ ὅτι καὶ φλέβες μικραὶ συνδιαιροῦνται τῇ σαρκὶ κατὰ τὴν τῶν ἐκχυμωμάτων γένεσιν. τὰ δὲ σπάσματα περὶ τὰς ἶνας γίνεται τῶν μυῶν ἐπὶ πλέον ταθείσας, ὡς ἰνίας ῥαγῆναι, καὶ καλοῦσιν ἰδίως οἱ νεώτεροι τῶν ἰατρῶν τὰ τοιαῦτα παθήματα ῥήγματα. τούτων οὖν πρῶτος ὁ Ἱπποκράτης μνημονεύσας ἐφεξῆς αὐτὸς ἔγραψεν οἰδήματα, πάντας οὕτως ὀνομάζειν εἴωθε τοὺς παρὰ φύσιν ὄγκους· οἱ μετ’ αὐτὸν εἰς φλεγμονὰς καὶ σκίῤῥους καὶ κληθέντα ὑπ’ αὐτοῦ ἰδίως οἰδήματα διῃρήκασι. φλεγμονὰς δὲ ὁ Ἱπποκράτης ὀνομάζει τὰς φλογώσεις, ἀφ’ ὧν τοὔνομα τίθεται τοῖς θερμοῖς ὄγκοις. ἔξωθεν δὲ τῶν εἰρημένων