Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

πότερον τῆς ἐν. τῷ θεραπευομένῳ μορίῳ θερμασίας αἰσθάνεται παραπεμφθείσης ἢ πεπαῦσθαι φαίνεται σαφῶς αὐτὸ, κἄν φησι πεπαῦσθαι, καιρὸς ἤδη τῆς δευτέρας χρήσεώς ἐστι τῶν θερμαινόντων τε καὶ ῥωννύντων αὐτό. τέτταρα δὲ αὐτά ἐστι κατὰ γένος, τὰ διὰ σινδόνων ἀνατρίψεως, ὕδατος θερμοῦ καταχύσεως, ἀνάτριψις ἤτοι διὰ τοῦ φαρμάκου θερμαίνοντος ἢ δι’ ἐλαίου κατάχρισις ἁπλοῦ δρώπακος. ἐὰν δέ ποτε φαίνηταί σοι λίαν κατεψῦχθαι τὸ θεραπευόμενον μέρος, ἔστω ποικίλος ὁ δρῶπαξ ἐπεμβεβλημένον ἔχων ἄσφαλτον καὶ θεῖον ἄπυρον ὀλίγον καὶ πύρεθρον. ὅτι μὲν οὖν οὕτω χρὴ θεραπεύειν τὰ λελεπτυσμένα σώματα, οἶδα, παμπόλλους ἰασάμενος. εἰ δὲ καὶ τὴν Ἱπποκράτους ῥῆσιν ἐξηγοῦμαι καλῶς, οὐκέτι διαγίνεσθαι δύναμαι πᾶσαν κατὰ εἶδος ἐξήγησιν ἀσαφοῦς λέξεως, ἄχρι μὲν τοῦ πιθανοῦ προερχομένην, τὸ δὲ ἐπιστημονικὸν καὶ βέβαιον οὐκ ἔχουσαν. ἐξηγοῦμαι δὲ τὴν ῥῆσιν οὐχ ὡς οἱ πλεῖστοι κατὰ τὴν τοιάνδε γραφήν· ὡς ἂν ἐξ ἐπιδρομῆς συντακέντα πλέον ἢ αὐτὰ ἐμινύθει· μοχθηρὸν γὰρ ἔχει τὸν νοῦν, ἀλλ’ ὡς ἔνιοι