Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἐπὶ τὸ ἀντικείμενον μέρος πεπονθός. οὐ μόνον δὲ τὰ κῶλα κατὰ τοῦτον ἐπιδοῦμεν τὸν τρόπον, ἀλλὰ καὶ τὰς πλευράς. εἰ μὲν ἐπὶ τοῖς δεξιοῖς μέρεσιν ἡ πεπονθυῖα τύχῃ, τὴν ἀρχὴν ἐνταῦθα βαλλόμενοι τὴν νομὴν ἐπ’ ἀριστερὰ ποιούμεθα, καθ’ ὃν εἴρηται τρόπον. εἰ δ’ ἐν τοῖς ἀριστεροῖς εἴη τὸ πάθος, ἀπὸ τούτου ἀρξάμενοι τὴν οἷον ὁδοιπορίαν τῆς ἐπιδέσεως ἐπὶ τὸ δεξιὸν μέρος ἐργαζόμεθα, κεφαλὴν δ’ οὐκ ἔστι περιλαβεῖν οὕτως ἐν κύκλῳ· κωλύει γὰρ ὁ τράχηλος συμφυὴς ὢν αὐτῇ. διὰ τοῦτο οὖν ἐπ’ αὐτῆς, ἐάν τε κατὰ τὸ δεξιὸν μέρος, ἐάν τε κατὰ τὸ ἀριστερὸν ᾖ τὸ τῆς ἐπιδέσεως δεόμενον πάθος τὴν κατ’ ἴξιν, ὅπερ ἐστὶ κατ’ εὐθυωρίαν, αἱρούμεθα, διὰ μὲν τῆς κορυφῆς ἀγομένου τοῦ ἐπιδέσμου, καταγομένου δ’ ἐντεῦθεν ἐπ’ ἄκραν τὴν κάτω γένυν, εἶτ’ ἀναγομένου πάλιν ἐπὶ τὸ πεπονθὸς, εἴτ’ αὖθις πάλιν ὁμοίως, εἴτε δὶς εἴτε τρὶς αὔταρκες εἶναι νομίζομεν ἑλιττομένου μέχρι τῆς τελευτῆς· αὕτη δὲ πάντως κατὰ τῆς κορυφῆς γιγνέσθω. μονιμώτατον γὰρ οὕτως ἐργάζεται χωρίον τοῦτο.