Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἢ στηρίζον δηλονότι τῇ περιβολῇ τοῦ ἐπιδέσμου ποιεῖσθαί φησι χρῆναι μὴ μᾶλλον πιέζοντος ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείεσθαι, ὅπερ ἐστὶν ὑπὸ στενοχωρίας κωλύεσθαι τὴν κίνησιν τῶν σφυζόντων, ὀδυνηρὸν γὰρ τοῦτο. πρὸς αὐτῷ δὲ καὶ ἄλλον ὅρον ἔθετο κατὰ τὰς διαστάσεις τῶν ῥαφῶν ἰδίως ὑπάρχοντα, καθ’ ὧν φησι, τάς τε διαστάσιας τῶν ἁρμονιῶν συμψαύειν τὰ ἔσχατα ἀλλήλων, ἔσχατα λέγων καθ’ ἃ μηκέτι μᾶλλον ἐγχωρεῖ συμψαύειν. δηλοῦται δ’ ἐκ τούτου ἡ σφοδρὰ καὶ ἄμετρος θλίψις· ὥσπερ γὰρ οὐ χρὴ κεχαλάσθαι τὴν ἁρμονίαν τῶν ὀστῶν, οὕτως οὐδὲ εἰς ἄκρον ἐσφίγχθαι· καὶ γὰρ καὶ τοῦτο παρὰ φύσιν. οὗτοι μὲν οὖν εἰσι τῆς ἰσχυρᾶς πιέσεως οἱ ὅροι. τῆς δ’ ἀμυδροῦς ἐφεξῆς ὅροι μήτε ἀμφὶ τοῖς πταρμοῖς τε καὶ βηξὶν, ὡς εἰ καὶ οὕτως εἶπε, μήτε ἐν τοῖς πταρμοῖσι καὶ ταῖς βηξί σε σείεσθαι καὶ κλονεῖσθαι συμπεπονθότα μόρια, μηδενὸς αὐτὰ συνέχοντος, ἐν ᾧ σφοδραὶ κινήσεις τὰ χαλαρὰ καὶ ἀστήρικτα μόρια διασείουσαι βιαιότερον ἢ ὡς τοῖς πεπονθόσι