ὠνόμασε, δηλῶν ἐκ τοῦ λέγειν ἰσχύος μὲν ἢ πιέξει ἢ πλήθει
ὀθονίων. ἔστι γάρ τις συμμετρία τῆς κατὰ τὴν ἐπίδεσιν
ἰσχύος, ὗς ὑπερβαλλούσης μὲν οἱ κάμνοντες ὀδυνῶνται
θλιβομένων τῶν μορίων, ἐλλειπούσης δὲ χαλαρὸν τὸ σχῆμα
ὁ ἐπίδεσμος γίνεται· τὸ δὲ ἕτερον εἶδος τῆς ἀγαθῆς ἐπιδέσεως
οὐκ εἶπεν, ἐφεξῆς δὲ οἷς περὶ τῆς ἰσχύος ἔγραψεν,
ὡδί πως φησί.
Τὸ μὲν οὖν αὕτη ἡ ἐπίδεσις ἰῆται, τὸ δὲ τοῖς ἰωμένοισιν
ὑπηρετέει.
Τοῦτο δὲ οὐκ ἔστιν ἕτερον εἶδος ἀγαθῆς ἐπιδέσεως,
ἀλλ’ ἐν τῷ καθόλου χρεῖαι κοιναὶ πασῶν ἐπιδέσεων καὶ
μέντοι καὶ μετὰ ταῦτα πῶς ἡ συμμετρία τῆς ἐπιδέσεως φυλαχθῇ
ἡ γραφὴ καὶ μετὰ τοῦτο περὶ ἅμματος· εἶθ’ οὕτως
ἄρχεται τῆς ἐφεξῆς διδασκαλίας λέγων. εὖ γε μέν ἐστι