Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

δευτέρῳ τῶν ὑγιεινῶν ἐπιδέδεικταί μοι. γιγνώσκειν μέντοι χρὴ καὶ τοῦτο τοῖς πολλοῖς ἀγνοούμενον, ὡς οὐ τὴν ἐκ τῶν κάτω μερῶν ἄνω γιγνομένην τρίψιν ὀνομάζουσιν οἱ Ἕλληνες, ἀλλ’ ἅπασαν ἁπλῶς αὖ ἐπιτελουμένην καὶ σπάνιόν γέ ἐστι τὸ τῆς τρίψεως ὄνομα παρ’ αὐτοῖς εὑρεῖν. ἀνάτριψιν γὰρ ἔθος ἐστὶν αὐτοῖς ὀνομάζειν, ὃ νῦν ἡμίτριψιν καλοῦμεν.

Εἰδεῖν δὲ τὸ πρῶτον ὁ μὲν ἐπιδεδεμένος μάλιστα φάτω πεπιέχθαι κατὰ τὸ σίνος, ἥκιστα τὰ ἄκρα. ἡρηῶσθαι δὲ, μὴ πεπιέχθαι τῷ πλήθει μὴ ἰσχύει. τὴν δὲ ἡμέρην ταύτην καὶ νύκτα ὀλίγῳ μᾶλλον, τὴν δ’ ὑστέρην ἧσσον, τρίτη χαλαρά. εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροις οἴδημα μαλθακὸν, τῇ τρίτῃ δὲ τὸ ἐπιδεθὲν, ἰσχνότερον παρὰ πάσας τὰς ἐπιδέσιας τοῦτο. τῇ δ’ ὑστεραίῃ ἐπιδέσει, ἢν δικαίως ἐπιδεδεμένον φανῇ, μαθεῖν δεῖ. ἐντεῦθεν δὲ μᾶλλον καὶ ἐπὶ πλείοσιν πιεχθήτω. τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον δὲ ἐπὶ